Σάββατο 15 Οκτωβρίου 2016

Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο

Καθίσμα Ἀναστάσιμο - Ὀκτώηχος 
Ἦχος πλ. δ΄ 

Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, 
Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. 
Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, 
καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών. 
Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, 
καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. 
Κύριε δόξα σοι.

Δεν υπάρχουν σχόλια: