Πέμπτη, 22 Ιουνίου 2017

ΠΡΟΣΦΩΝΗΣΙΣ ΠΑΤΡΙΑΡΧΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ κ. ΘΕΟΦΙΛΟΥ ΕΝ Τῼ ΠΑΤΙΑΡΧΙΚῼ ΣΥΛΛΕΙΤΟΥΡΓῼ ΕΙΣ ΚΑΠΠΑΔΟΚΙΑΝ.


Παναγιώτατε καί Σεβασμιώτατε Ἀρχιεπίσκοπε Κωνσταντινουπόλεως, Νέας Ρώμης καί Οἰκουμενικέ Πατριάρχα, ἐν Χριστῷ τῷ Θεῷ κ. κ. Βαρθολομαῖε.

  Ἐπινεύσει, ὁδηγίᾳ καί παραμυθίᾳ τοῦ Παρακλήτου Πνεύματος μετά πολυετῆ καί κοπιώδη προετοιμασίαν, πρωτοβουλίᾳ καί συντονισμῷ τῆς Ὑμετέρας λίαν ἀγαπητῆς καί σεβασμιοποθήτου Παναγιότητος καί Συνοδικῇ συνεργασίᾳ τῶν Αὐτοκεφάλων Ὀρθοδόξων Ἐκκλησιῶν, συνήλθομεν πρό ἔτους εἰς τήν Μεγάλην Σύνοδον τῆς Ὀρθοδοξίας εἰς τήν Ἀποστολικήν Ἐκκλησίαν τῆς Κρήτης καί διεμελετήσαμεν οὐσιώδη θέματα τῆς ζωῆς τῆς Ὀρθοδόξου ἡμῶν Ἐκκλησίας, ἔσχομεν καθ’ ἡμέραν λειτουργικήν εὐχαριστιακήν ἐμπειρίαν, δηλοῦντες ἐν τῇ μεταλήψει τοῦ κοινοῦ Ποτηρίου τήν ἑνότητα ἡμῶν ἐν τῇ Ὀρθοδόξῳ ἡμῶν Ἀποστολικῇ πίστει καί παραδόσει καί διδόντες μαρτυρίαν δικαιοσύνης, εἰρήνης, συνδιαλλαγῆς καί ἀγάπης εἰς τόν κόσμον.

Τῆς θείας Χάριτος συνεργούσης, ἡ Ἡμετέρα Μετριότης μετά τῆς περί Ἡμᾶς Ἁγιοταφιτικῆς Ἀδελφότητος, ἠξιώθη πρό τριμήνου μόλις νά ἑορτάσῃ τό γεγονός τῆς ἀναστηλώσεως τοῦ Ἱεροῦ Κουβουκλίου τοῦ Παναγίου Τάφου εἰς Παγχριστιανικήν Τελετήν, τήν ὁποίαν ἡ Ὑμετέρα Παναγιότης ἐτίμησε διά τῆς προσωπικῆς Αὐτῆς παρουσίας, τῆς ἐμπνευσμένης Αὐτῆς προσφωνήσεως, ἐν ᾗ ἐπεβεβαίωσε τό γεγραμμένον εἰς τήν πρόσοψιν αὐτοῦ ὅτι τό Ἱερόν Κουβούκλιον ὄντως ἐστί «Κτῆμα καί ἀφιέρωμα τῷ Χριστῷ τῶν Ὀρθοδόξων Ρωμαίων, 1810». Τήν ἐπιτέλεσιν τοῦ ἔργου τούτου ἐνίσχυσε τό Οἰκουμενικόν Πατριαρχεῖον καί διά τῆς οἰκονομικῆς συνδρομῆς αὐτοῦ.
Κατά τάς ἡμέρας δέ ταύτας, ἡ Χάρις τοῦ Ἁγίου Πνεύματος συνήγαγεν Ἡμᾶς καί πάλιν, τῇ Ὑμετέρᾳ προσκλήσει, εἰς ἀδελφικήν ἐν Χριστῷ συνάντησιν καί ἐπίσκεψιν τῶν εὐλογημένων τόπων τῆς Καππαδοκίας, εἰς τούς ὁποίους ἐσπάρη ἀπό τούς ἀποστολικούς χρόνους ὁ ζωοποιός καί σωτήριος Εὐαγγελικός λόγος καί εἰς τούς ὁποίους ἔζησαν καί προέκοψαν εἰς τήν ἐν Χριστῷ ζωήν καί ἄσκησιν καί Θεολογικήν συγγραφήν μεγάλοι Πατέρες τῆς Ἐκκλησίας, ὡς οἱ Ἅγιοι Βασίλειος ὁ Μέγας, Γρηγόριος ὁ Νύσσης, Γρηγόριος ὁ Θεολόγος, Ἀμφιλόχιος Ἰκονίου, οἱ διερμηνεύσαντες καί προασπισάμενοι τό δόγμα τοῦ ὁμοουσίου τοῦ Υἱοῦ μετά τοῦ Πατρός καί τῆς Θεότητος τοῦ Ἁγίου Πνεύματος καί ἄλλοι ὅσιοι καί ἀσκηταί τῆς ἐρήμου, ὡς οἱ ἡμέτεροι ἅγιοι Σάββας ὁ ἡγιασμένος καί Θεοδόσιος ὁ κοινοβιάρχης καθώς καί μάρτυρες τῆς πίστεως, ὡς ὁ ἅγιος μεγαλομάρτυς Γεώργιος ὁ τροπαιοφόρος, ὁ ἐν Λύδδῃ ἐνταφιασθείς. Ἐπί τά ἴχνη τούτων πορευόμενοι εἰς τούς αὐτούς τόπους ἔζησαν ἐπί αἰῶνας Ρωμαῖοι Ὀρθόδοξοι πρόγονοι ἡμῶν, ἵδρυσαν Κοινότητας καί Ἱεράς Μονάς καί ἀνήγειραν καλλιμαρμάρους ναούς, ἀριστουργήματα Βυζαντινῆς Ἀρχιτεκτονικῆς, τούς ὁποίους μετά τῶν πατρογονικῶν αὐτῶν ἑστιῶν μετά πόνου ψυχῆς ἐγκατέλειψαν, ὅτε αἱ μεταπτώσεις τῆς ἀνθρωπίνης ἱστορίας ἐπέβαλον τοῦτο.
Μία τῶν Κοινοτήτων τούτων ὑπῆρξε καί ἡ τῆς κωμοπόλεως ταύτης τῆς Σινασοῦ. Αὕτη ἐξεχόντως καί ὑπερβαλλόντως διεκρίθη εἰς τήν πίστιν καί τήν εὐσέβειαν,   εἰς τά γράμματα καί τήν παιδείαν, εἰς τό ἐμπόριον καί τάς τέχνας, εἰς κοινωνικήν καί φιλανθρωπικήν δρᾶσιν. Δικαίως ὁ ἀοίδιμος Μητροπολίτης Καισαρείας Κλεόβουλος λέγει ὅτι αὕτη εἶναι: «Ὄασις ἐν ἐρήμῳ, Ἀστήρ ἐν τῷ σκότει, Ἀθῆναι ἐν Μικρᾷ Ἀσίᾳ».
Καθεδρικός ναός αὐτῆς ὑπῆρξεν ὁ τῶν Ἁγίων Κωνσταντίνου καί Ἑλένης, τῶν καί προστατῶν τῶν Παναγίων Προσκυνημάτων τῆς καθ’ Ἡμᾶς Σιωνίτιδος Ἐκκλησίας καί τῆς Ἁγιοταφιτικῆς Ἀδελφότητος καί φορέων τῆς Ρωμιοσύνης. Ἐν αὐτῷ τελοῦντες τήν θείαν Λειτουργίαν σήμερον, εὐλογούμεθα, ἁγιαζόμεθα καί δεόμεθα ὑπέρ ἀναπαύσεως τῶν ψυχῶν τῶν ἐνθάδε εὐσεβῶς κειμένων πατέρων ἡμῶν, ἀσφαλῶς συναγαλλομένων μεθ’ ἡμῶν σήμερον. Ὡσαύτως δεόμεθα ὑπέρ εἰρήνης καί ἀγαθῆς καταστάσεως τοῦ σύμπαντος κόσμου, παύσεως τῶν πολέμων καί τῶν εἰδεχθῶν τρομοκρατικῶν ἐνεργειῶν, ὧν αἱ συνέπειαι ἡ ἀπώλεια ζωῆς πολλῶν ἐκ τῶν συνανθρώπων ἡμῶν, ὑπέρ ὧν Χριστός ἀπέθανεν.
Ἐπί τῇ προσευχητικῇ καί εὐχαριστιακῇ δωρεᾷ ταύτῃ τοῦ Παναγάθου Θεοῦ ἡμῶν δοξολογοῦμεν Αὐτόν ἀξιοχρέως, εὐχαριστοῦμεν δέ καί τῇ Ὑμετέρᾳ Παναγιότητι, τῇ εὐγενῶς προσκαλεσάσῃ Ἡμᾶς καί προσευχόμεθα, ὅπως χαρίζηται Αὐτῇ ὁ Θεός ἔτη πολλά ἐν ὑγιείᾳ ἀδιαπτώτῳ, ἵνα ἐν τῆ διακρινούσῃ Αὐτήν πείρᾳ καί σοφίᾳ διοικῇ τά τοῦ Οἰκουμενικοῦ Θρόνου καί διέπῃ καί συντονίζῃ τά τῶν Ὀρθοδόξων Ἐκκλησιῶν καί συνεχίζῃ τάς πρωτοβουλίας Αὐτῆς ὑπέρ προστασίας τοῦ φυσικοῦ περιβάλλοντος ὡς κτίσεως τοῦ Θεοῦ καί ὑπέρ προστασίας τῶν Καππαδοκικῶν μνημείων τούτων τῆς παραδόσεως ἡμῶν, ἀναγνωρισθέντων καί ὡς διατηρητέων τῆς παγκοσμίου πολιτιστικῆς κληρονομιᾶς, ἡ προβολή τῆς ὁποίας θά συντελεσθῇ ἔτι περαιτέρω διά τῆς ἀποκαταστάσεως τῆς ἀρχῆθεν λατρευτικῆς καί λειτουργικῆς χρήσεων αὐτῶν πρός δόξαν τοῦ προσκυνητοῦ ὀνόματος τοῦ ἐν Τριάδι Θεοῦ ἡμῶν καί ἔπαινον τοῦ εὐλογημένου γένους τῶν Ρωμαίων. Γένοιτο.

Ὁ Ἱεροσολύμων Θεόφιλος.

Δεν υπάρχουν σχόλια: