Κυριακή 9 Μαρτίου 2014

Δεῦτε μαρτυρικὴν Ἀδελφοί, μέτ' ἐγκωμίων ἀνυμνήσωμεν φάλαγγα,


Δεῦτε μαρτυρικὴν Ἀδελφοί, 
μέτ' ἐγκωμίων ἀνυμνήσωμεν φάλαγγα, 
τῷ κρύει πυρποληθεῖσαν, 
καὶ τὸν τῆς πλάνης κρυμόν, 
διαπύρῳ ζήλῳ πυρπολήσασαν, 
στρατὸν γενναιότατον, ἱερώτατον σύνταγμα, 
συνασπισμόν τε, ἀρραγῆ καὶ ἀνίκητον, 
τοὺς τῆς πίστεως, περιβόλους καὶ φύλακας, 
Μάρτυρας τεσσαράκοντα, 
χορείαν τὴν ἔνθεον, τῆς ἐκκλησίας τοὺς πρέσβεις, 
τοὺς δυνατῶς ἱκετεύοντας, Χριστὸν καταπέμψαι, 
ταῖς ψυχαῖς ἡμών εἰρήνην, καὶ μέγα ἔλεος. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου