Χαίροις ὁ λογικὸς οὐρανός, δόξαν Θεοῦ διαπαντὸς διηγούμενος,
ὁ πρῶτος Χριστῷ καλοῦντι, καθυπακούσας θερμῶς,
καὶ ἀμέσως τούτῳ συγγενόμενος, ὑφ' οὗ πυρσευόμενος,
καθωράθης φῶς δεύτερον, καὶ τοὺς ἐν σκότει,
ἀστραπαῖς σου ἐφώτισας, ἀγαθότητα, τὴν αὐτοῦ ἐκμιμούμενος.
Ὅθεν τὴν παναγίαν σου, τελοῦμεν πανήγυριν,
καὶ τῶν λειψάνων τὴν θήκην, περιχαρῶς ἀσπαζόμεθα,
ἐξ ἧς ἀναβλύζεις, σωτηρίαν τοῖς αἰτοῦσι, καὶ μέγα ἔλεος.
Από τα Στιχηρά Προσόμοια του Αποστόλου Ανδρέου του Πρωτοκλήτου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου