Τετάρτη 6 Ιανουαρίου 2016

Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι.


Σήμερον ὁ Χριστός, 
ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. 
Σήμερον Ἰωάννης ἅπτεται, 
κορυφῆς τοῦ Δεσπότου. 
Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, 
τὸ παράδοξον ὁρῶσαι μυστήριον. 
Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, 
ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. 
Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν·
 Δόξα τῷ φανέντι Θεῷ, 
καὶ ἐπὶ γῆς ὀφθέντι, 
καὶ φωτίσαντι τὸν κόσμον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου