Χαίροις Ἀρχιερέων Κανών,
τῆς Ἐκκλησίας ἀδιάσειστον
ἔρεισμα,
τὸ κλέος τῶν Ὀρθοδόξων,
ἡ τῶν θαυμάτων πηγή,
τῆς ἀγάπης ῥεῖθρον μὴ
κενούμενον, φωστὴρ ὁ πολύφωτος,
τὸ τοῦ Πνεύματος ὄργανον,
ὁ νοῦς ὁ θεῖος,
ὁ πραΰς καὶ ἀκέραιος,
ὁ ἁπλότητι, ἀληθεῖ καλλυνόμενος·
Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε
Ἄγγελε,
τοῦ ἀμπελῶνος ἐργάτα,
ὁ τοῦ Χριστοῦ φίλος γνήσιος,
αὐτὸν ἐκδυσώπει, ταῖς
ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Άγιε Σπυρίδωνα πρέσβευε υπερ ημών.
ΑπάντησηΔιαγραφή