Σάββατο 2 Μαρτίου 2019

Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος, ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον·


Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος,
ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον·
οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν,
καὶ εἰς γῆν τὴν αὐτὴν πορευσόμεθα,
καθὼς ἐκέλευσας ὁ πλάσας με, καὶ εἰπών μοι·
Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,
ὅπου πάντες βροτοὶ πορευσόμεθα,
ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδὴν τό,
Ἀλληλούϊα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου