Τῶν ἀπ' αἰῶνος σήμερον νεκρῶν, ἁπάντων κατ' ὄνομα,
μετὰ πίστεως
ζησάντων εὐσεβῶς, μνήμην τελοῦντες οἱ πιστοί,
τὸν Σωτῆρα καὶ Κύριον, ἀνυμνήσωμεν,
αἰτοῦντες ἐκτενῶς,
τούτους ἐν ὥρᾳ τῆς κρίσεως, ἀπολογίαν ἀγαθήν,
δοῦναι αὐτῷ τῷ
Θεῷ ἡμῶν, τῷ πᾶσαν κρίνοντι τὴν γῆν,
τῆς δεξιᾶς αὐτοῦ παραστάσεως τυχόντας ἐν
χαρᾷ,
ἐν μερίδι Δικαίων, καὶ ἐν Ἁγίων κλήρῳ φωτεινῷ,
ἐν μερίδι Δικαίων, καὶ ἐν Ἁγίων κλήρῳ φωτεινῷ,
καὶ ἀξίους γενέσθαι, τῆς οὐρανίου
βασιλείας αὐτοῦ.
Τί ωραίες ευχές!!!!
ΑπάντησηΔιαγραφή