Κυριακή 21 Ιουνίου 2020

Σύναξις τῶν Κινέζων Μαρτύρων, Δεύτερη Κυριακή μετά τήν Πεντηκοστή


Σύναξις τῶν Κινέζων Μαρτύρων
Δεύτερη Κυριακή μετά τήν Πεντηκοστή
(B' Κυριακή Ματθαίου)
(21 Ἰουνίου 2020)

Ἀπολυτίκιον. Ἦχος γ. Τὴν ὡραιότητα.

Πλάνην πατήσαντες, πατρῴαν Μάρτυρες, Χριστὸν ἐπέγνωτε, Θεὸν καὶ Κύριον, Ὃν γενναιότητι ψυχῆς κηρύξαντες ὡς Σωτῆρα, πάθη ὑπεμείνατε, καὶ βασάνους ὡς ἄσαρκοι, στέφος τὸ ἀμάραντον, ἐξ Αὐτοῦ εἰσδεξάμενοι· καὶ νῦν ὑπὲρ τῆς Κίνας ἁπάσης, πρεσβεύετε ἰδεῖν τὸ φῶς τῆς γνώσεως.

Κοντάκιον τῶν Μαρτύρων. Ἦχος δ ́. Ὁ ὑψωθείς.

Τῶν παλαιῶν ἐκμιμηταὶ ἀθλοφόρων, ἐν τοῖς ἐσχάτοις ἀνεδείχθητε χρόνοις, ὑπὲρ Χριστοῦ μακάριοι ἀθλήσαντες στεῤῥῶς· αἵμασι ποτίσαντες Ἐκκλησίαν τῆς Κίνας, στέφανον εἰλήφατε ἐκ χειρὸς τοῦ Κυρίου, ᾯ παρεστῶτες μνήσθητε ἀεί, τῶν γεραιρόντων ὑμῶν τὰ παλαίσματα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου