Παρασκευή 20 Ιανουαρίου 2023

Ἀπολυτίκιον τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐθυμίου τοῦ Μεγάλου.

Ιερό Λείψανο του Οσίου Πατρών ημών Ευθυμίου του Μεγάλου,
 το οποίο μου είχε δώσει ως ευλογία 
ο Μητροπολίτης Αιτωλίας και Ακαρνανίας κυρός Κοσμάς.

Ἀπολυτίκιον τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐθυμίου τοῦ Μεγάλου.

Εὐφραίνου ἔρημος ἡ οὐ τίκτουσα, 
εὐθύμησον ἡ οὐκ ὠδίνουσα· 
ὅτι ἐπλήθυνέ σοι τέκνα, 
ἀνὴρ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, 
εὐσεβείᾳ φυτεύσας, ἐγκρατείᾳ ἐκθρέψας, 
εἰς ἀρετῶν τελειότητα. 
Ταῖς αὐτοῦ ἱκεσίαις, 
Χριστὲ ὁ Θεός, εἰρήνευσον τὴν ζωὴν ἡμῶν.

 Δοξαστικὸν 

Τῶν Μοναστῶν τὰ πλήθη, 
τὸν καθηγητὴν σε τιμῶμεν Εὐθύμιε· 
διὰ σοῦ γὰρ τὴν τρίβον, 
τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν. 
Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, 
καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, 
Ἀγγέλων συνόμιλε, Ὁσίων ὁμόσκηνε καὶ Δικαίων· 
μεθ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου