Δευτέρα 21 Νοεμβρίου 2016

Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος.

 Λέοντος Μαΐστορος

Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος. 
Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος, 
καὶ μετὰ τόκον Παρθένος μείνασα, 
ἐν τῷ Ναῷ προσάγεται, καὶ χαίρει Ζαχαρίας ὁ πρέσβυς, 
ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. 
Ἤγγικεν ἡ προσδοκία τῶν θλιβομένων, 
ἐν Ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ Παντάνακτος. 
Εὐφραινέσθω Ἰωακεὶμ ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, 
ὅτι προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, 
τὴν ἀμώμητον Δέσποιναν. 
Μητέρες συγχάρητε, παρθένοι σκιρτήσατε, 
καὶ στεῖραι συγχορεύσατε· 
ὅτι ἠνέῳξεν ἡμῖν τὴν οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα Παντάνασσα. 
Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.

Δεν υπάρχουν σχόλια: