Λέοντος Μαΐστορος
Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος.
Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος,
Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος,
καὶ μετὰ τόκον Παρθένος μείνασα,
ἐν τῷ Ναῷ προσάγεται, καὶ χαίρει
Ζαχαρίας ὁ πρέσβυς,
ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως.
Ἤγγικεν ἡ
προσδοκία τῶν θλιβομένων,
ἐν Ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ
Παντάνακτος.
Εὐφραινέσθω Ἰωακεὶμ ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω,
ὅτι προσήνεγκαν
Θεῷ, ὡς τριετίζουσαν δάμαλιν,
τὴν ἀμώμητον Δέσποιναν.
Μητέρες συγχάρητε, παρθένοι
σκιρτήσατε,
καὶ στεῖραι συγχορεύσατε·
ὅτι ἠνέῳξεν ἡμῖν τὴν οὐρανῶν βασιλείαν, ἡ
προορισθεῖσα Παντάνασσα.
Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου