Σήμερον ὁ θεοχώρητος ναός,
ἡ Θεοτόκος ἐν Ναῷ Κυρίου προσάγεται,
καὶ Ζαχαρίας ταύτην ὑποδέχεται.
Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται,
καὶ ὁ χορὸς τῶν Ἀγγέλων,
μυστικῶς πανηγυρίζει·
μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον,
σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν·
Χαῖρε Κεχαριτωμένη,
ὁ Κύριος μετὰ σοῦ,
ὁ ἔχων το μέγα ἔλεος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου