Λόγος ἐξόδιος εἰς τὸν ἀείμνηστον
Μητροπολίτην Πριγκηποννήσων Ἰάκωβον, τὸν ἀπὸ Λαοδικείας ποιηθεὶς καὶ ἐκφωνηθεὶς
ὑπὸ Γρηγορίου διακόνου, Ὑπογραμματέως τῆς Ἁγίας καὶ Ἱερᾶς Συνόδου (Ἐν Πριγκήπῳ,
τῇ 31ῃ Μαρτίου 2018)
῎Αγε νῦν οἱ λέγοντες· σήμερον καὶ
αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν ἕνα καὶ ἐμπορευσόμεθα
καὶ κερδήσομεν· οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον· ποία γὰρ ἡ ζωὴ ὑμῶν; ἀτμὶς
γὰρ ἔσται ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα δὲ καὶ ἀφανιζομένη· (Ἰακ. δ΄, 13-14)
Παναγιωτατε Δέσποτα,
Πενθηφόρε καὶ Ἱερὲ τῶν ἅγίων Ἀρχιερέων
Σύλλογε,
Ἐντιμολογιώτατοι Ἄρχοντες Ὀφφικιάλιοι
τῆς Μητρὸς Ἐκκλησίας,
Ἐντιμότατοι τοπικοὶ Ἄρχοντες,
Ἀπορφανισθεῖσα κατὰ τὰς ἐρατεινὰς
νήσους Εκκλησία, ὅ τε κλῆρος καὶ ὁ λαός,
Τὰς πρώτας πρωινὰς ὥρας τῆς
παρελθούσης Τετράδος ὁ της Προποντίδος ἔξαρχος καὶ τῶν Πριγκηποννήσων ποιμήν,
Ιάκωβος φημι ὁ Ἀρχιερεύς, ἐξεπλήρωσε τὸ κοινὸν τοῦ ἐπιγείου βίου χρέος Λάζαρον
μιμούμενος τὸν Τετράδι τῆς αὐτῆς ἑβδομάδος τὸ πρῶτον θανόντα. Καὶ ἤδη ἡ μακαρία
αὐτοῦ ψυχὴ, χωρισθεῖσα ἐκ τοῦ σώματος, τῷ ὄντι πνοὴ Θεοῦ, βαδίζει ὁδὸν
μακαριωτάτην, πορευομένη πρὸς τὸν Θρόνον τοῦ Δικαίου Κριτοῦ.
Καὶ σήμερον, τεταρταῖος ὁ
Σεβασμιώτατος νεκρὸς οὐκ ὄζει ἀλλὰ περιβάλλεται ὑπὸ νεφελῶν τιμίου θυμιάματος.
Οὐκ αἰσθάνεται τὴν τρομακτικὴν μοναχικότητα τοῦ θανάτου ἀλλ΄εὑρίσκεται
κυκλούμενος ὑπὸ τῶν πολλῶν κατὰ πνεῦμα ἀδελφῶν αὐτοῦ καὶ ἐνώπιον τῆς ζώσης καὶ ἐμψύχου
εἰκόνος Χριστοῦ δηλονότι ὑπὸ τοῦ Πατριάρχου Του καὶ Πατριάρχου πάντων ἡμῶν καὶ
τῶν περὶ Αὐτὸν ἁγίων Ἀρχιερέων. Οὐ φοβεῖται ἀλλὰ ταῖς εὐχαῖς καὶ δεήσεσιν
πάντων, ἔλεος ἐκζητεῖ ὑπὸ τοῦ Μεγάλου Ἀρχιερέως.
Σήμερον ὁ μακαριστὸς Μητροπολίτης
Πριγκηποννήσων Ἰάκωβος, σιωπηλός, βιοῖ τὴν κοινὴν εἰμαρμένην τοῦ ἀνθρωπίνου
γένους, μετὰ τὴν ἐξ Ἐδὲμ ἐξορίαν, τὸν Θάνατον οὕτινος τὶ εἶναι τὸ προκαλούμενον
δεινόν; Τοῦτο τὸ δεινὸν οὐκ ἐστι ἄλλον παρ΄ ὁ χωρισμὸς, ἡ διακοπὴ κοινωνίας τοῦ
ἑνὸς προσώπου μετὰ τοῦ ἑτέρου, τοῦ ἀδελφοῦ ἐξ ἀδελφοῦ. Μέγα δεινὸν ὁ Θάνατος!
Θρηνήσωμεν πάντες ἐπὶ τῇ ἐπελεύσει αὐτοῦ. Καὶ διατὶ θρηνήσωμεν; Θρηνήσωμεν οὐχὶ
ἐγωιστικῶς δι΄ ἡμᾶς, οἵτινες εὐηργετούμεθα πολλαπλῶς ἐκ τῆς ἐπὶ γῆς παρουσίας
τοῦ ἀνθρώπου ἡμῶν, οὔτε καὶ δι΄ ἐκεῖνον ὡς τάχα εἰς τόπον ἀφανῆ καὶ ἄγνωστον
μεταβαίνοντα, ἀλλ΄ ἀμὴν λέγω ὑμῖν θρηνήσωμεν διὰ τὴν ἀποστέρησιν τῆς κοινωνικῆς
συναναστροφῆς τῶν βλεμμάτων, τῶν λόγων, τῶν ἔργων, τῶν φρονημάτων, τῶν ἰδεῶν, τῶν
προσώπων. Θρηνήσωμεν ἐνώπιον τοῦ Μυστηρίου τοῦ Θανάτου ὅστις Θάνατος οἶδε ὡς ἐχθρὸς
φέρεσθαι ἐναντίον τοῦ πλάσματος τοῦ Κοινωνικοῦ Θεοῦ, ὡς πολέμιος τοῦ κάλλους καὶ
τῆς εὐπρεπείας, ὡς ἀντίδικος τοῦ ἀγαθοῦ.
Ἀλλ΄ ὧ τῆς ἀφάτου φιλανθρωπίας τοῦ
ἐν Τριάδι Θεοῦ! Ὧ τῆς ἀνεξικακίας καὶ αὑτοαγάπης! Ἐπέτρεψεν ὁ Δημιουργὸς τὴν εἴσοδον
τῆς ἁμαρτίας καὶ διὰ τῆς Ἁμαρτίας τὴν τοῦ Θανάτου τοιαύτην πρὸς τὸ ἀνθρώπινον
γένος ἵνα μὴ τὸ κακὸν ἀθάνατον γένηται! Λίαν καλῶς πλάσας τὸν ἄνθρωπον, κατ΄ εἰκόνα
καὶ καθ΄ ὁμοίωσιν Αὐτοῦ, ἔκρινεν ὡς εὐεργεσίαν ἀληθινὴν τὴν χρῆσιν τοῦ κατ΄ἀνθρωπίνην
ἐπιλογὴν συνοδεύοντος τῇ ἁμαρτίᾳ Θανάτου διὰ νὰ μὴ ἀφθαρτίσῃ μαζὺ μὲ τὸν ἄνθρωπον
καὶ τὸ κακόν. Οὐ μόνον δὲ ἀλλὰ καὶ ἐν τῷ ὑπὸ τῆς Πανσόφου Προνοίας Αὐτοῦ καιρῷ
τῷ δέοντι ἀπέστειλε τὸν Υἱὸν Αὐτοῦ τὸν μονογενῆ "ἵνα διὰ τοῦ θανάτου αὐτοῦ
καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ Θανάτου τουτ΄ἔστιν τὸ διάβολον καὶ ἀπαλλάξῃ
τούτους ὅσοι φοβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας." (Ἐβρ.
β΄, 14-15)
Διὰ τοῦτο καὶ οἱ πιστεύοντες εἰς
Χριστὸν, τὴν Μόνην καὶ Μίαν καὶ ἀνεπανάληπτον, ἐρῶ καὶ ὁμολογήσω, Ἀλήθειαν, Ἐκείνου
ἀναστάντος, πλέον οὐκ ἀποθνήσκουν ἀλλὰ καθεύδουν. Καθεύδουν καὶ αὕτη ἡ πίστις
των σώσει αὐτοὺς ὅπως μὴ εἰδότες τὴν πληρότητα τοῦ λόγου τότε, ὡμολόγησαν εἰς τὸν
Διδάσκαλον οἱ Μαθηταί διὰ Λάζαρον. Κοιμῶνται καὶ ἀναμένουν τὸν ἐρχόμενον Κύριον
Ὅστις ὡς ἔσχατον ἐχθρὸν καταργήσει τὸν Θάνατον ὁριστικῶς καὶ ἀμετακλήτως.
Μέχρις ἐκείνης τῆς Κυριακῆς, ὅμως, ἡμέρας ἡμεῖς οἱ περιλειπόμενοι, οἱ ἐπὶ τῷ ὀνόματι
Κυρίου συνασσόμενοι δεήσεις καὶ ἰκεσίας ἀναιμάκτους προσενέγκωμεν τῷ Δικαίῳ καὶ
ἀδεκάστῳ Κριτῇ ὑπὲρ ἀναπαύσεως τῶν ψυχῶν τῶν προσφιλῶν ἡμῶν νεκρῶν.
Ἐν τῇ Ἁγίᾳ τοῦ Χριστοῦ Μεγάλῃ Ἐκκλησίᾳ,
εἰς τὸ Φανάριον, εὶς τὸν Κρανίου μαρτυρικὸν τόπον, γλυκὺ καὶ ἱλαρὸν φέγγει, ὑπὸ
τὰς Πανσέπτους αὐτοῦ στέγας, τὸ τῆς Ἀναστάσεως ἀνέσπερον φῶς εἰς τὴν ἀκοίμητον
κανδῆλα. Ἔγνω τὸ Φανάριον ἐκ τοῦ πολλάκις οὐχί εἰρηνικοῦ τέλους τῶν τέκνων του
φιλοσοφεῖν τὸν Θάνατον καὶ τὰ περὶ τὸν Θάνατον μετὰ τῆς ὑψίστης καὶ ἀρίστης
φιλοσοφίας τῆς ὑπὸ τῶν Πατέρων ἡμῶν, τῶν καθ΄ἑκάστην γενεὰν καὶ γενεὰν λειτουργῶν
αὐτοῦ δηλαδὴ φιλοσοφεῖν μετὰ τῆς ἐν Ἰησοῦ Χριστῷ ἐλπίδος. Καὶ οὕτω ὁ Θάνατος, ὁ
βαθὺς ὕπνος τῶν τέκνων τοῦ Θεοῦ, συνυπάρχει ἀφανῶς εἰς τὴν καθημερινότητα τοῦ
Φαναρίου οὐχὶ ὡς ξένος ἀλλ΄ὡς ὁ πρὸς τὸν Μέγαν ξένον, τὸν Ἐσταυρωμένον καὶ Ἀναστάντα
ἄγων διὰ τῆς ἐνεργείας αὐτοῦ. Ἐμάθομεν καὶ μανθάνομεν ἐν τῇ Πατριαρχικῇ Αὐλῇ, ἐν
τῷ παλλαδίῳ τούτῳ τῶν κατὰ Χριστὸν ἀγωνοθεσιῶν, ὅπως βλέπωμεν ὄπισθεν τοῦ
σκότους τοῦ Θανάτου τὸ Φῶς τῆς Ἀναστάσεως, εἰς τὴν σιωπὴν του νὰ ἀκροώμεθα τὸ
"Δεῦτε πρὸς με", εἰς τὴν λύπην του ὅπως ἐντοπίζωμεν τὸν Παράδεισον, εἰς
τὴν ἀπελπισίαν τοῦ τὸ "Ἴδοὺ ἐγὼ μεθ΄ὑμῶν εἰμι", εἰς τὴν ἀκοινωνησίαν
του τὴν εὐλογημένην Βασιλείαν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.
Εἰς τοῦτο τὸ ἀῤῥαγῶς Ὀρθόδοξον
φρόνημα τοῦ Οἰκουμενικοῦ Πατριαρχείου ἔζησε καὶ ἀνετράφη καὶ ἠνδρώθη ὁ
προκείμενος νεκρὸς Ποιμενάρχης. Ὑἱὸς τῶν ἐπιφανῶν Ἰωάννου Σωφρονιάδου τοῦ
Καππαδόκου καὶ Θεοπούλας Θαλῆ τῆς
Νεοχωρίτιδος, ὁ κατὰ κόσμον Χαραλάμπης Σωφρονιάδης ἐγεννήθη ἐν τῇ συνοικίᾳ
Φερίκιοϊ τῆς Πόλεως ἡμῶν τῇ 14ῃ Μαρτίου τοῦ σωτηρίου ἔτους 1947.
Διακούσας τὰ πρῶτα θύραθεν
γράμματα εἰς τὸ Δημοτικὸν Σχολεῖον τοῦ Κεντρικοῦ Παρθεναγωγείου καὶ εἴτα εἰς τὸ
Ζωγράφειον Λύκειον, εἰσήχθη εἰς τὸ φυτώρειον τῆς Κωνσταντινουπολίτιδος Θεολογικῆς
σκέψεως, εἰς τὴν κατὰ τὴν πλησιόχωρον Χάλκην γεραρὰν Θεολογικὴν Σχολὴν ἐξ ἧς ἀπεφοίτησεν
ἐν ἔτει 1970 ὑποβαλὼν τὴν ἐναίσιμον ἐπὶ πτυχίῳ ἐργασίαν ὑπὸ τὸ θέμα:
"Σχέσεις Ὀρθοδόξου καὶ Ρωμαιοκαθολικῆς Ἐκκλησίας κατὰ τὸν Κ΄ αἰῶνα".
Κατὰ τὸ τελευταῖον ἔτος τῶν σπουδῶν αὐτοῦ ὑπήκουσεν εἰς τὸ κέλευσμα τοῦ Κυρίου
καὶ ἦρε τὸν προσωπικὸν αὐτοῦ Σταυρὸν χειροτονηθεὶς εἰς διάκονον κατὰ τὴν ἑορτὴν
τῆς Παγκοσμίου Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ τοῦ ἔτους 1969 εἰς τὸν Ἱερὸν Ναὸν Ἁγίας
Παρασκευῆς Ἄνω Νέας Σμύρνης ὑπὸ τοῦ διαπρεποῦς Σχολάρχου αὐτοῦ Μητροπολίτου
Σταυρουπόλεως Μαξίμου λαβὼν τὸ ἀποστολικὸν ὄνομα Ἴάκωβος πρὸς τιμὴν τοῦ
γέροντός του ἀειμνήστου Μητροπολίτου Ἰκονίου Ἰακώβου ὑπηρετήσας ἄχρι τῆς
περατώσεως τῶν σπουδῶν αὐτοῦ εἰς τὸν ναὸν τῆς σχολῆς ἀλλὰ καὶ εἰς ἑτέρους ναοὺς
τῆς Πόλεως.
Ἀκολούθως, ὡς Θεολόγος κληρικὸς,
προσελήφθη κατὰ τοὐς χρόνους τῆς εὐκλεοῦς Πατριαρχείας Ἀθηναγόρου τοῦ ἀοιδίμου
Προκατόχου τῆς Ὑμετέρας Σεπτῆς Κορυφῆς, τοῦ ὁραματιστοῦ Προκαθημένου, εἰς τὴν
Πατριαρχικὴν Αὐλὴν τὸ ἔτος 1970 ἔνθα καὶ ὑπηρέτησεν ὡς Πατριαρχικὸς διάκονος καὶ
εἰσηγητὴς τοῦ Πατριάρχου. Θείᾳ Προνοίᾳ ἡ Ἐκκλησία ἀξιοποίησε λίαν συντόμως τὸν
διάκονον Ἰάκωβον διορίσασα αὐτὸν ὡς Κωδικογράφον καὶ μεθ΄ἕν ἔτος, τὸ 1974, ὡς ὑπογραμματέα
τῆς Ἁγίας καὶ Ἱερᾶς Συνόδου ἀναθέσασα αὐτῷ, συναφῶς, καὶ τὰς γραμματείας
διαφόρων συνοδικῶν ἐπιτροπῶν. Τὴν 28ην Φεβρουαρίου 1984 προήχθη εἰς ἀρχιγραμματέα
τῆς Ἁγίας καὶ Ἱερᾶς Συνόδου χειροτονηθεὶς εἰς πρεσβύτερον ὑπὸ τοῦ ἀοιδίμου καὶ
πάλιν Προκατόχου τῆς Ὑμετέρας Θεοστέπτου Κορυφῆς Δημητρίου τοῦ Οἰκουμενικοῦ
Πατριάρχου, "τοῦ πραέος καὶ ταπεινοῦ τῇ καρδίᾳ", τῇ 11ῃ Μαρτίου κατὰ
τὴν Θείαν Λειτουργίαν τῆς Κυριακῆς τῆς Ὀρθοδοξίας. Μετὰ τριετίαν ἐξελέγη
τιτουλάριος Μητροπολίτης τῆς ἀποκαλυπτικῆς Λαοδικείας τὸν Δεκέμβριον τοῦ 1987,
εἰς τὰς 19, καὶ ἐχειροτονήθη εἰς ἐπίσκοπον κατὰ τὴν Μεγάλην Δεσποτικὴν Ἑορτὴν τῶν
Χριστουγέννων ὑπὸ τοῦ ἰδίου Πατριάρχου συμπαρασταθέντος ὑπὸ πλειάδος ἀρχιερέων.
Προήχθη δὲ εἰς ἐν ἐνεργείᾳ Μητροπολίτην τῇ 13ῃ Ὀκτωβρίου 1994. Τῷ ἀνετέθη ἡ ἐποπτεία
τῆς περιφερείας Φαναρίου-Κερατίου Κόλπου καὶ ἤδη ἀπὸ τοῦ ἔτους 1973 ὡρίσθη, τῇ
πρόφρονι ἀδείᾳ τῆς Ἐκκλησίας, ὡς ἀντιπρόσωπος καὶ Πρόεδρος τοῦ Σιναϊτικοῦ
Μετοχίου ἐν Φαναρίῳ. Κατὰ τὰ πεντεκαίδεκα ἔτη τῆς ἐποπτείας αὐτοῦ συνέβαλε εἰς
τὴν ἀνακαίνισιν τῶν ναῶν τῆς περιφερείας αὐτοῦ καὶ τῶν παρακειμένων αὐτοῖς
κτισμάτων ἐπιδείξας ἐκ παραλλήλου μεγάλην φιλανθρωπικὴν δραστηριότητα.
Τῇ 25ῃ Ἰουνίου 2002 μετετέθη εἰς
τὴν Ἱερὰν Μητρόπολιν ταύτην τῶν Πριγκηποννήσων ἐνθρονισθεὶς εἰς τὴν ἐνταῦθα
καθέδραν αὐτῆς τῇ 13ῃ Ἰουλίου τοῦ ἰδίου ἔτους. Εἰς τὴν Ἱερὰν νησιωτικὴν ὀλκάδα
τῆς Μητρὸς Ἐκκλησίας τὸσον ὁ περικαλλῆς τοῦτος ναὸς ὅσον καὶ ὁ τῆς Παναγίας ἀλλὰ
καὶ ὁ Προδρομικὸς τῆς Ἀντιγόνης καὶ τὸ Μητροπολιτικὸν Μέγαρον ἐγνώρισαν τὸ ἀνακαινιστικὸν
πνεῦμα τοῦ στοργικοῦ Ἱεράρχου. Ὁ ἀείμνηστος δεσπότης, κατὰ τὰ ἔτη τῆς διακονίας
αὐτοῦ, ἠργάσθη καὶ συμμετέσχεν ὡς μέλος πολλῶν ἐκκλησιαστικῶν ἀποστολῶν καὶ ἐξαρχιῶν,
κατέλιπε δὲ καὶ πρὸς τοῖς ἄλλοις, σπουδαῖον συγγραφικὸν ἔργον τιμηθεὶς
προσφάτως ὑπὸ τοῦ Δημοκριτείου Πανεπιστημίου Θρᾴκης ὡς ἐπίτιμος διδάκτωρ αὐτοῦ.
Χαρακτηριστικὸν εἶναι τὸ ὑπὲρ αὐτοῦ γραφὲν ὑπὸ τοῦ ἀποθανόντος Καθηγητοῦ Εὐσταθίου
Ἀρσενιάδου ὁλίγας ἡμέρας μετὰ τὴν ἐνθρόνισιν αὐτοῦ εἰς τὰς νήσους:
«Ὁ Μητροπολίτης Πριγκηποννήσων Ἰάκωβος
διακρίνεται γιὰ τὴν ἀγάπη καὶ τὴν πιστότητά του πρὸς τὴν Ἐκκλησία, γιὰ τοὺς ἁπλοὺς
τρόπους, γιὰ τὴν ἀφιλοχρηματία του. Εἶναι ἀξιοπρεπής, κοινωνικός, ἀριστοκράτης,
λάτρης τοῦ ὡραίου καὶ τοῦ εὐπρεποῦς, τὸ ἔμφυτο αὐτὸ χάρισμά του τὸ ἀπέδειξε μὲ
τὴν ἀνακαίνιση ὅλων τῶν ναῶν τοῦ Κερατίου Κόλπου, ὅπου γιὰ μιὰ δεκαπενταετία ὑπῆρξε
Ἐπόπτης τῆς περιοχῆς, τῆς Παλαιᾶς Πόλης. Προσδοκοῦμε ὅτι θὰ προσφέρῃ πολλὰ καὶ
στὰ Πριγκηπόννησα μὲ τὰ προσόντα καὶ μὲ τὴν ἐργατικότητά του." Καὶ τοῦτ΄ ἀληθῶς
εἴρηκε.
Πενθοῦσα ποίμνη Χριστοῦ,
Ὁρῶσα ἄφωνον καὶ ἄπνουν ἐν μέσῳ
σου τοιοῦτον Ποιμενάρχην δικαίως ρῆξον καὶ βόησον! Ὧ θανατόπληκτος ὁμήγυρις! Κλαύσατε, οὐκούν, αἱ
Κοινότητες τὸν συνετὸν οἰακοστρόφον, αἱ φιλόπτωχοι Ἀδελφότητες τὸν γενναιόδωρον
συμπαραστάτην, οἱ πένητες τὸν κουφιστήν, οἱ ποιμένες τὸν σπλαχνικὸν ἀρχιποίμενα,
ὁ λαὸς τὸν ἀκλόνητον συμπαραστάτην, οἱ Χριστιανοὶ τὸν στοργικὸν πατέρα, οἱ
λοιποὶ τῶν ἀνθρώπων τὸν εὐγενῆ ἄρχοντα, τὰ πνευματικὰ τέκνα τὸν διακριτικὸν
Γέροντα, τὰ θυσιαστήρια τὸν ἱεροπρεπῆ λειτουργόν, τὸ Σύνθρονον τὸν θεωρητικὸν Ἱεράρχην,
αἱ νῆσοι τὸ πέλαγος τῆς ἀκατηγορησία. Ἀλλὰ γε σὺν πᾶσι τούτοις, κλαύσατε καὶ ἡ ἐνταῦθα
καὶ ἀλλαχοῦ Σεβασμία Ἱεραρχία τοῦ Θρόνου, προκαθημένης τῆς Ὑμετέρας Θεοφυλάκτου
Παναγιότητος, τὸν πιστὸν ἀδελφόν, οἱ φίλοι τὸν γνήσιον φίλον, οἱ συγγενεὶς τὸν
φίλιστον οἰκεῖον, ἡ ὁμογένεια τὸ εὔανδρον ἀνάστημα, ἡ Πατριαρχικὴ Αὐλὴ τὸν
παλαιὸν ὁμογάλακτον καὶ τὸν διηγητὴν φαναριωτικῶν περιστατικῶν καὶ ἀναμνήσεων, ἡ
Ἱερὰ Θεολογικὴ Σχολὴ τὸν ἐκ τῶν τελευταίων πρὸ τῆς σιγῆς αὐτῆς ἀπὸφοιτον, οἱ
πάντες τὸν ἐν ταπεινώσει τὰ πάντα γεγονότα κατὰ τὴν ἑκάστου ἰδίαν χρείαν.
Πλὴν κλαῦσον μετ΄ ἐλπίδος, κλαῦσον
μετὰ τῆς προσδοκίας τῆς κοινῆς Ἀναστάσεως τῆς κατὰ σήμερον πιστουμένης καὶ
πανηγυριζομένης.
Σεπτὲ καὶ πολύκλαυστε νεκρέ,
Ὁ μὴν Μάρτιος ἐστάθη διὰ τὴν
προσωπικὴν σου ἱστορίαν μὴν τῆς γεννήσεως εἰς τοῦτον τὸν μάταιον κόσμον ἀλλὰ καὶ
μὴν τῆς ἀναγεννήσεώς σου εἰς τὴν ἄληκτον οὐρανοπολίτιδα πραγματικότητα. Ἡ Ἁγία
τοῦ Χριστοῦ Μεγάλη Ἐκκλησία, κατὰ τὴν ἐσχάτην ἡμέραν αὐτοῦ τοῦ μηνὸς, ἐν
βαθυτάτῃ ὀδύνῃ πλὴν ἐν ἀποκαραδοκίᾳ τοῦ θείου ἐλέους προπέμπει σέ, τὸ ἐκλεκτὸν
στέλεχος Αὐτῆς, εἰς τὴν Ἀλήθειαν καὶ τὴν Δικαιοσύνην τοῦ ἐλεήμονος Θεοῦ.
Τὴν σιγὴν τοῦ Κοιμητηρίου τοῦ
Προφήτου Ἠλιοὺ, ὅπου ἐντὸς ὁλίγου κατατεθήσεται ὡς σπόρος κρύπτων ζωὴν τὸ πολλὰ
παθὸν ὑπὸ τῆς ἀσθενείας καὶ ἐνδεδυμένον τὴν τῆς ἱερωσύνης δυναμικὴν σῶμα σου,
πλησίον τῶν ἀειμνήστων προκατόχων σου, διακόψει ὁ ἦχος ἐκ τοῦ Δεσποτικοῦ
κελέυσματος:
" ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν
καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, καὶ εἰσελεύσομαι
πρὸς αὐτὸν καὶ δειπνήσω μετ᾿ αὐτοῦ καὶ αὐτὸς μετ᾿ ἐμοῦ." (Ἀποκ.γ΄, 20)
Δειπνήσαις μετὰ τοῦ Μόνου Ἀρχιερέως
Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀείμνηστε Ἱεράρχα, καὶ εἴη ἡ
μνήμη σου αἰωνία καὶ ἄληστος. Γένοιτο.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου