Σάββατο 1 Σεπτεμβρίου 2012

Ὁ τῶν αἰώνων Ποιητὴς καὶ Δεσπότης, - Κοντάκιον τῆς Ἰνδίκτου

Ὁ τῶν αἰώνων Ποιητὴς καὶ Δεσπότης,
Θεὲ τῶν ὅλων ὑπερούσιε ὄντως,
τὴν ἐνιαύσιον εὐλόγησον περίοδον,
σῴζων τῷ ἐλέει σου,
τῷ ἀπείρῳ οἰκτίρμων,
πάντας τοὺς λατρεύοντας,
σοὶ τῷ μόνῳ Δεσπότῃ,
καὶ ἐκβοῶντας φόβῳ·
Λυτρωτά,
εὔφορον πᾶσι τὸ ἔτος χορήγησον.

Δεν υπάρχουν σχόλια: