Τρίτη 29 Νοεμβρίου 2022

Τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ Λόγου, Ἀνδρέαν εὐφημήσωμεν·

 

Ἀνδρέου Ἱεροσολυμίτου οἱ δέ, Ἀνατολίου

Τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ Λόγου, 
Ἀνδρέαν εὐφημήσωμεν·
 οὗτος γὰρ ἀνθρώπους, ἐκ τοῦ βυθοῦ ἁλιεύει, 
ἀντὶ καλάμου, τὸν Σταυρὸν ἐν ταῖς χερσὶ διακρατῶν, 
καὶ ὡς σπαρτίον χαλῶν τὴν δύναμιν, ἐπανάγει τὰς ψυχάς, 
ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ προσκομίζει τῷ Θεῷ δῶρον εὐπρόσδεκτον.
 Ἀεὶ τοῦτον πιστοί, σὺν τῇ χορείᾳ τῶν Μαθητῶν τοῦ Χριστοῦ εὐφημήσωμεν, 
ἵνα πρεσβεύῃ αὐτῷ, ὅπως ἵλεως γένηται ἡμῖν, 
ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Δεν υπάρχουν σχόλια: