ΣΥΝΑΞΑΡΙΟ
ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ
ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ
ΠΑΤΡΟΣ ΗΜΩΝ
ΙΟΥΣΤΙΝΟΥ
ΙΟΥΣΤΙΝΟΥ
ΤΟΥ ΝΕΟΥ ΟΜΟΛΟΓΗΤΟΥ
Εκ της Ι. Ακολουθίας του Οσίου Ιουστίνου (Πόποβοτς)
συνταχθείσης υπό ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Στίχοι
Ἰουστῖνος ὕπνωσεν Σέρβος ὁ μέγας,
Θεολόγων σύνεδρος, Ἁγίων φίλος.
Θεανθρώπῳ ἥνωται ὑπνώσας λέων Ὀρθοδοξίας.
Εκ της Ι. Ακολουθίας του Οσίου Ιουστίνου (Πόποβοτς)
συνταχθείσης υπό ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Στίχοι
Ἰουστῖνος ὕπνωσεν Σέρβος ὁ μέγας,
Θεολόγων σύνεδρος, Ἁγίων φίλος.
Θεανθρώπῳ ἥνωται ὑπνώσας λέων Ὀρθοδοξίας.
Ὑπόμνημα Συναξαρίου
Οὗτος ὁ τρισόλβιος καὶ μέγας πατὴρ καὶ σοφώτατος διδάσκαλος τῆς Ὀρθοδόξου Ἐκκλησίας Ἰουστῖνος, πατρίδα μὲν ἔσχε τὴν σερβικὴν πόλιν Βράνιε, ἐν ᾖ ἐγεννήθη ἐξ εὐσεβῶν γονέων, Σπυρίδωνος καὶ Ἀναστασίας, τὸ σωτήριον ἔτος 1896 κατὰ τὴν ἡμέραν τοῦ θείου Εὐαγγελισμοῦ, διὸ καὶ Μπλαγόε (Εὐάγγελος) ὠνόμασται.
Ἐκ παιδὸς διακρινόμενος διά τε τὴν φυσικὴν ὀξύνοιαν καὶ τὴν θεοευλάβειαν, παιδείας μετέσχεν οὐ τῆς τυχούσης. Μεταξὺ τῶν διδασκάλων αὐτοῦ ἔσχε καὶ τὸν ἅγιον Νικόλαον Βελεμίροβιτς, ἐπίσκοπον Ζίτσης, μεθ’ οὗ συνεδέθη λίαν στενῶς διὰ δεσμῶν ἰσοβίου πνευματικῆς ἀγάπης καὶ ἀλληλοεκτιμήσεως. Τὸν παιδιόθεν δὲ πόθον αὐτοῦ ἐκπληρῶν ἀφιέρωται ὁλοτελῶς τῷ Κυρίῳ ἐν ἡμέραις τοῦ Α΄ παγκοσμίου πολέμου καρεὶς μοναχὸς καὶ λαβὼν τὸ ὄνομα τοῦ ἁγίου μάρτυρος Ἰουστίνου τοῦ φιλοσόφου. Χειροτονηθεὶς δὲ καὶ σταλεὶς ὑπὸ τῆς Ἐκκλησίας δι’ ἀνωτέρας σπουδὰς εἰς Ρωσσίαν, Ἀγγλίαν καὶ Ἑλλάδα, ἐπιστρέψας διηκόνησεν κατ’ ἀρχὰς ὡς καθηγητὴς ἱερατικῶν σχολῶν καὶ εἶτα ἀνηγορεύθη καὶ καθηγητὴς Δογματικῆς ἐν τῷ Πανεπιστημίῳ τοῦ Βελιγραδίου.
Προγραφεὶς ὅμως ὑπὸ τῶν κρατησάντων κομμουνιστῶν ἐδιώχθη καὶ τελικῶς ἐπέλεξεν ὡς αὐτοέγκλειστος παραμεῖναι ἐφημέριος ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ ἁγίου Ἀρχαγγέλου Μιχαὴλ ἐν Τσέλιγιε τοῦ Βάλιεβο, ἔνθα ἐπὶ μίαν τριακονταετίαν καθημερινῶς ἀγγελικῇ παραστάσει καὶ εὐλαβείᾳ κατανυκτικῇ ἐλειτούργει τῷ ἱερῷ Θυσιαστηρίῳ. Ἐκεῖ ἐπεδόθη ὅλῃ ψυχῇ καὶ καρδίᾳ εἰς τὴν ἀσκητικὴν ζωήν, νηστεύων, προσευχόμενος, μελετῶν καὶ συγγράφων τὰ ὑπὲρ μέλι καὶ κηρίον γλυκύτερα καὶ θεόπνευστα ἔργα αὐτοῦ, ἰσάξιος γενόμενος τῶν πάλαι ἁγίων Πατέρων καὶ Διδασκάλων τῆς Ἐκκλησίας. Σχὼν δὲ θείας καὶ οὐρανίους ἐμπειρίας ἐκτάκτους, συνεκόμισεν ἐν ἑαυτῷ πλοῦτον ἄμετρον Θεολογίας, ἧς τὸν καρπὸν τρυγᾷ σήμερον σύμπασα ἡ οἰκουμενικὴ Ὀρθοδοξία. Λίαν δὲ φιλαδέλφως φερόμενος συνανεστρέφετο, ἠγάπα καὶ ἐδέχετο τὸν ἁπλοῦν ὀρθόδοξον σερβικὸν λαόν, τὸν ἁγιώτατον Σάββαν ἐν τούτῳ μιμούμενος, καθοδηγῶν καὶ ἐνισχύων αὐτὸν ὅπως ἐμμένῃ εἰς τὴν πατρῴαν πίστιν καὶ εὐσέβειαν. Πλείστας δὲ διώξεις καὶ δυσκολίας ὑποστὰς ὑπὸ τῶν ἀθέων ἀρχῶν, οὐδαμῶς ὑπέστειλε τὸ φρόνημα, τηρῶν ἀκλόνητον τὴν χριστοδώρητον εἰρήνην ἐν τῇ θεοφλέκτῳ καρδίᾳ αὐτοῦ, πάντας ἀγαπῶν καὶ ὑπὲρ πάντων μετὰ δακρύων εὐχόμενος.
Βλαβείσης δὲ σοβαρῶς τῆς ὑγείας αὐτοῦ καὶ τῷ προϊόντι γήρατι τρυχωθείς, ὑπέκυψεν ἐν τέλει ἐκ καρδιακῆς ἀνεπαρκείας, παραδοὺς ὁσιακῶς τὴν ἁγιωτάτην ψυχὴν αὐτοῦ ταῖς χερσὶν τοῦ ἠγαπημένου Θεανθρώπου Κυρίου αὐτὴν ταύτην τὴν γενέθλιον ἡμέραν τοῦ θείου Εὐαγγελισμοῦ κατὰ τὸ σωτήριον ἔτος 1979.
Πλήθη δὲ θαυμάτων ἐπιτελῶν καθ’ ἡμέραν τοῖς προσερχομένοις μετὰ πόθου τῷ ἁγίῳ τάφῳ καὶ ἐν πίστει ἐπικαλουμένοις τὴν αὐτοῦ ἀκοίμητον πρεσβείαν πρὸς Κύριον, δικαίως ἐκτήσατο καὶ τὴν προσωνυμίαν τοῦ θαυματουργοῦ. Ἡ δὲ ἁγία καὶ Ἱερὰ Σύνοδος τῆς Ἱεραρχίας τῆς Σερβικῆς Ὀρθοδόξου Ἐκκλησίας, πρωτοστατοῦντος τοῦ ἁγιωτάτου Πατριάρχου Εἰρηναίου, τὴν ἤδη παρὰ πάντων ὁμολογουμένην ἁγιότητα τοῦ ὁσίου Πατρὸς ἐπικυρώσασα, κατέταξεν τοῦτον ἐπισήμως ἐν ταῖς δέλτοις τῶν Ἁγίων, τῆς σχετικῆς τελετῆς γενομένης ἐν τῷ ἐν Βελιγραδίῳ Ἱερῷ ναῷ τοῦ ἁγίου Σάββα, κατὰ τὴν Κυριακὴν τῆς Σαμαρείτιδος, τῇ 2ᾳ Μαΐου 2010, συντρεξάντων πλήθους ἀγαλλομένων καὶ ἐνθουσιώντων πιστῶν. Ἡ δὲ μνήμη αὐτοῦ καθιερώθη ὅπως τελῆται πανηγυρικῶς τῇ 14ῃ Ἰουνίου, λόγῳ τῆς πολλάκις καὶ συνήθως ἐν τῇ νηστείᾳ τῆς Μεγάλης Τεσσαρακοστῆς συμπιπτούσης ἑορτῆς τοῦ θείου Εὐαγγελισμοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου