Σάββατο 10 Φεβρουαρίου 2018

Δεῦτε πρὸ τέλους πάντες Ἀδελφοί,


 Δεῦτε πρὸ τέλους πάντες Ἀδελφοί,
τὸν χοῦν ἡμῶν βλέποντες, καὶ τῆς φύσεως ἡμῶν τὸ ἀσθενές,
καὶ τὴν εὐτέλειαν ἡμῶν, καὶ τὸ τέλος ὀψώμεθα,
καὶ τὰ ὄργανα τοῦ σκεύους τῆς σαρκός, καὶ ὅτι κόνις ὁ ἄνθρωπος, βρῶμα σκωλήκων καὶ φθορά· ὅτι ξηρὰ τὰ ὀστᾶ ἡμῶν,
ὅλως μὴ ἔχοντα πνοήν· τοὺς τάφους κατίδωμεν,
ποῦ ἡ δόξα; ποῦ τὸ κάλλος τῆς μορφῆς; ποῦ ἡ εὔλαλος γλῶσσα;
ποῦ ἡ ὀφρύς; ἢ ποῦ ὁ ὀφθαλμός; πάντα κόνις καὶ σκιά·
διὸ φεῖσαι Σωτὴρ πάντων ἡμῶν.
Ψυχοσάββατο 20-02-2018

Δεν υπάρχουν σχόλια: