Σάββατο 17 Φεβρουαρίου 2018

Ὁ πλάστης μου Κύριος, χοῦν ἐκ τῆς γῆς προσλαβών με,


 Ὁ πλάστης μου Κύριος, χοῦν ἐκ τῆς γῆς προσλαβών με,
ζωηρῷ φυσήματι, ψυχώσας ἐζώωσε καὶ ἐτίμησεν,
ἐπὶ γῆς ἄρχοντα, ὁρατῶν ἁπάντων, καὶ Ἀγγέλοις ὁμοδίαιτον.
Σατὰν δ΄ ὁ δόλιος, ὀργάνῳ τῷ ὄφει χρησάμενος,
ἐν βρώσει ἐδελέασε, καὶ Θεοῦ τῆς δόξης ἐχώρισε,
καὶ τῷ κατωτάτῳ, θανάτῳ παραδέδωκεν εἰς γῆν.
Ἀλλ' ὡς Δεσπότης καὶ εὔσπλαγχνος, πάλιν ἀνακάλεσαι.

Δεν υπάρχουν σχόλια: