Τὰς τοῦ Κυρίου γνόντες
ἐντολὰς οὕτω πολιτευθῶμεν·
πεινῶντας διαθρέψωμεν,
διψῶντας ποτίσωμεν,
γυμνοὺς περιβαλώμεθα
ξένους, συνεισαγάγωμεν,
ἀσθενοῦντας, καὶ τοὺς
ἐν φυλακῇ, ἐπισκεψώμεθα,
ἵνα εἴπῃ καὶ πρὸς ἡμᾶς,
ὁ μέλλων κρῖναι πᾶσαν τὴν γῆν·
Δεῦτε οἱ εὐλογημένοι
τοῦ πατρός μου,
κληρονομήσατε, τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου