Τῇ ΙΖ΄ τοῦ αὐτοῦ μηνός, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν
λειψάνων
τοῦ Ἁγίου, Δικαίου καὶ Τετραημέρου φίλου τοῦ Χριστοῦ Λαζάρου.
Λαζάρου τῷ μνήματι, καὶ Κύπρος ἐπαγάλλεται, ἅπασα καὶ πόλις
Κωνσταντίνου, ἐπὶ τῷ σκήνει τῷ κομισθέντι αὐτῇ, καὶ ἐπὶ ναῷ τῷ θαυμαστῷ, ὃν ἀνῳκοδόμησεν,
ὁ σοφὸς ἐν τοῖς ἄναξιν.
Ὅσιε Πάτερ, Ἱεράρχα Χριστοῦ καὶ
φίλε γνήσιε, αὐτόπτα ἰσάγγελε, καὶ ἰσαπόστολε πανένδοξε Λάζαρε, τοὺς τὴν ἀναζώωσιν
τιμῶντάς σου, καὶ τὴν αὖθίς σου μετάστασιν, καὶ τὴν τοῦ θείου σκήνους σου ἀνάδειξιν,
λύτρωσαι ἡμᾶς ἐκ παντοίων κινδύνων καὶ δεινῶν, καὶ τῆς ἐκ δεξιῶν τοῦ Σωτῆρος ἀξίωσον
κλήσεως, ταῖς πρὸς Αὐτὸν θείαις πρεσβείαις σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου