Ὅταν ἔλθῃς ἐν δόξῃ μετ' Ἀγγελικῶν Δυνάμεων,
καὶ καθίσῃς ἐν
θρόνῳ Ἰησοῦ διακρίσεως,
μή με Ποιμὴν ἀγαθὲ διαχωρίσῃς· ὁδοὺς δεξιὰς γὰρ οἶδας,
διεστραμμέναι δέ εἰσιν αἱ εὐώνυμοι·
μὴ οὖν ἐρίφοις με, τὸν τραχὺν τῇ ἁμαρτίᾳ
συναπολέσῃς·
ἀλλὰ τοῖς ἐκ δεξιῶν, συναριθμήσας προβάτοις,
σῶσόν με ὡς φιλάνθρωπος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου