Τὴν φοβερὰν τῆς κρίσεως,
καὶ ἀρρήτου σου δόξης, ἡμέραν ἐνθυμουμενος,
φρίττω, Κύριε ὅλως, καὶ τρέμων φόβῳ κραυγάζω,
ἐπὶ γῆς ὅταν ἔλθῃς, κρῖναι, Χριστέ, τὰ σύμπαντα,
ὁ Θεὸς μετὰ δόξης,
τότε οἰκτρόν, ἀπὸ πάσης ῥῦσαί με τιμωρίας,
ἐκ δεξιῶν σου, Δέσποτα, ἀξιώσας με στῆναι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου