ᾌσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε·
σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς,
εἰς τὰς ἀχράντους παλάμας,
τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν,
ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως,
δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δημοσίευση σχολίου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου