Πέμπτη 26 Σεπτεμβρίου 2024

"Δοξαστικό" - Ἀλεξανδρεύς

 

Τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου θεράπευσον, Κύριε. Ὅτι τὸ γῆρας ἐπελθόν, τοὺς μὲν τοῦ σώματος βέβλαφε, τούς δὲ ἐκείνης ἀπεκάλυψεν ἤδη ἀσθενοῦντας. Διὸ καὶ οὐ δύναμαι τὴν Βασιλείαν Σου ὁρᾶν -μακρὰν γὰρ ταύτης εἰμί - οὐδὲ τῶν προσκαίρων τὴν ματαιότητα κατανοῆσαι εἰ καὶ πρὸ ὀφθαλμῶν μου κεῖνται. 
Τῷ κολλυρίῳ τῆς Ἀποκαλύψεώς Σου αὐτοὺς ἄλειψον, οὕτινος χρείαν ἔχω ὁ ἄθλιος καὶ πρὸς τὸ ὁρᾶν καὶ ποιεῖν πάντα τὰ Σοὶ εὐάρεστα ὁδήγησόν με καὶ σῶσον με.

Ἀλεξανδρεύς 

2 σχόλια:

Ανώνυμος είπε...

Αμήν!
Υπέροχο.

Ανώνυμος είπε...

Ευχαριστώ
Μίλησε στην ψυχή μου.
Το "κολλυρίῳ" το έχω ανάγκη.