Σάββατο 28 Αυγούστου 2010

Τὸν Προφήτην καὶ Μάρτυρα καὶ Βαπτιστὴν τοῦ Σωτῆρος,

Τὸν Προφήτην καὶ Μάρτυρα καὶ Βαπτιστὴν τοῦ Σωτῆρος,
δεῦτε λαοὶ εὐφημήσωμεν·
Οὗτος γὰρ ἐν σαρκὶ Ἄγγελος ὑπάρχων,
τὸν Ἡρῴδην διήλεγξε, τῆς παρανόμου μοιχείας τὴν πρᾶξιν κατακρίνας αὐτοῦ,
καὶ δι' ἀνόμου ὀρχήσεως τὴν τιμίαν κεφαλὴν ἀποτέμνεται,
ὁ τοῖς ἐν ᾍδῃ εὐαγγελιζόμενος τὴν ἐκ νεκρῶν ἀνάστασιν,
καὶ πρεσβεύων ἐκτενῶς τῷ Κυρίῳ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δεν υπάρχουν σχόλια: