Χαίροις ὁ ζωηφόρος Σταυρός,
τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον,
ἡ θύρα τοῦ Παραδείσου,
ὁ τῶν πιστῶν στηριγμός,
τὸ τῆς Ἐκκλησίας περιτείχισμα·
δι᾿ οὗ ἐξηφάνισται, ἡ φθορὰ καὶ κατήργηται,
καὶ κατεπόθη, τοῦ θανάτου ἡ δύναμις,
καὶ ὑψώθημεν, ἀπὸ γῆς πρὸς οὐράνια.
Ὅπλον ἀκαταμάχητον,
δαιμόνων ἀντίπαλε,
δόξα Μαρτύρων Ὁσίων,
ὡς ἀληθῶς ἐγκαλλώπισμα,
λιμὴν σωτηρίας,
ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
1 σχόλιο:
Υπεροχο!
Δημοσίευση σχολίου