Κυριακή 30 Νοεμβρίου 2014

Τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ Λόγου,


Τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ Λόγου,
 Ἀνδρέαν εὐφημήσωμεν· οὗτος γὰρ τοὺς ἀνθρώπους, 
ἐκ τοῦ βυθοῦ ἁλιεύει, ἀντὶ καλάμου τὸν σταυρόν, 
ἐν ταῖς χερσὶ διακρατῶν, καὶ ὡς σπαρτίον χαλῶν τὴν δύναμιν, 
ἐπανάγει τὰς ψυχάς, ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ,
 καὶ προσκομίζει τῷ Θεῷ δῶρον εὐπρόσδεκτον.
 Ἀεὶ τοῦτον πιστοί, 
σὺν τῇ χορείᾳ τῶν Μαθητῶν τοῦ Χριστοῦ εὐφημήσωμεν, 
ἵνα πρεσβεύῃ αὐτῷ, ὅπως ἵλεως γένηται ἡμῖν, 
ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. 

Δεν υπάρχουν σχόλια: