Χαίροις Ἱεραρχῶν
ἡ Τριάς,
τῆς Ἐκκλησίας τὰ μεγάλα προπύργια,
οἱ στῦλοι τῆς εὐσεβείας,
ὁ τῶν πιστῶν
ἑδρασμός,
τῶν αἱρετιζόντων ἡ κατάπτωσις∙
Χριστοῦ οἱ ποιμάναντες,
τὸν λαὸν θείοις
δόγμασι,
καὶ ταῖς ποικίλαις, ἀρεταῖς οἱ ἐκθρέψαντες∙
οἱ τῆς χάριτος, διαπρύσιοι
κήρυκες,
νόμους οἱ προεκθέμενοι,
Χριστοῦ τῷ πληρώματι∙
οἱ ὁδηγοὶ πρὸς τὰ ἄνω,
τοῦ Παραδείσου αἱ εἴσοδοι∙
Χριστὸν καταπέμψαι,
ταῖς ψυχαῖς ἡμῶν αἰτεῖτε, τὸ μέγα ἔλεος.
ταῖς ψυχαῖς ἡμῶν αἰτεῖτε, τὸ μέγα ἔλεος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου