Πάτερ Πατέρων Ἀντώνιε,
τῇ ἀκορέστῳ στοργῇ, τοῦ Χριστοῦ καὶ τῷ ἔρωτι,
τὴν ψυχὴν κινούμενος, ἐν ἐρήμοις ἐζήτησας,
αὐτὸν θορύβους, ἐκκλίνας ἅπαντας,
καὶ μόνος τούτῳ, μόνῳ ὡμίλησας,
νοῒ ἑνούμενος, καὶ φωτὸς πληρούμενος,
ᾧ καὶ ἡμῶν, τὰς ψυχὰς καταύγασον,
τῶν ἀνυμνούντων σε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου