Ἐν φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς μεγαλύνωμεν,
τὸν Σταυρὸν τὸν τίμιον,
ἀσπαζόμενοι,
καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Σταυρὲ πανσεβάσμιε,
καθαγίασον ἡμῶν τὰς ψυχάς καὶ τὰ σώματα,
τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων,
διατήρησον ἀτρώτους τοὺς εὐσεβῶς προσκυνοῦντάς σε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου