Προπατόρων Πατέρων Πατριαρχῶν, Ἀποστόλων Μαρτύρων
Ἱεραρχῶν,
Προφητῶν καὶ Ὁσίων σου, Ἀσκητῶν καὶ Δικαίων τε,
καὶ παντὸς ὀνόματος, ἐγγεγραμμένου
ἐν βίβλῳ ζωῆς,
τὴν ἁγίαν μνήμην, τελοῦντες Χριστὲ ὁ Θεός,
πάντας συγκινοῦμεν, εἰς
πρεσβείαν δεόμενοι.
Εἰρήνευσον τὸν κόσμον σου, δι' αὐτῶν ὡς φιλάνθρωπος,
ἵνα πάντες
βοῶμέν σοι· ὁ Θεὸς ὁ ἐνδοξαζόμενος, ἐν βουλῇ Ἁγίων σου,
σὺ ὑπάρχεις ἀληθῶς, ὁ
δοξάσας ἀξίως τὴν μνήμην αὐτῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου