Τῇ αὐτῇ ἡμέρᾳ, μνείαν πάντων τῶν ἀπ'
αἰῶνος κοιμηθέντων εὐσεβῶς, ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου, οἱ θειότατοι
Πατέρες ἐθέσπισαν.
Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐν σοφίᾳ τὰ πάντα
δημιουργῶν, καὶ πληρῶν, Προφήτας ἐξαπέστειλας Χριστέ, προφητεῦσαί σου τὴν
παρουσίαν, καὶ Ἀποστόλους, κηρῦξαί σου τὰ μεγαλεῖα· καὶ οἱ μὲν προεφήτευσαν τὴν
ἔλευσίν σου, οἱ δὲ τῷ Βαπτίσματι ἐφώτισαν τὰ ἔθνη, Μάρτυρες δὲ παθόντες, ἔτυχον
ὧν περ ἐπόθουν·καὶ πρεσβεύει σοι ὁ χορὸς τῶν ἀμφοτέρων, σὺν τῇ Τεκούσῃ σε. Ἀνάπαυσον
ὁ Θεός, ψυχὰς ἃς προσελάβου, καὶ ἡμᾶς καταξίωσον τῆς βασιλείας σου, ὁ Σταυρὸν ὑπομείνας,
δι' ἐμὲ τόν κατάκριτον, ὁ λυτρωτής μου, καὶ Θεός.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου