Κυριακή 1 Μαΐου 2022

ΠΡΟΣΕΥΧΗ ἐπὶ τῇ καταπαύσει τοῦ ΠΟΛΕΜΟΥ ἐν ΟΥΚΡΑΝΙΑ - Τοῦ Μητροπολίτου Μάνης κ. Χρυσοστόμου

 

ΠΡΟΣΕΥΧΗ  ἐπὶ  τῇ  καταπαύσει  τοῦ 
 ΠΟΛΕΜΟΥ ἐν  ΟΥΚΡΑΝΙΑ 

Τοῦ Μητροπολίτου Μάνης κ. Χρυσοστόμου

 

Κύριε ὁ Θεός ἡμῶν, ὁ Πάνσοφος, ὁ Παντοδύναμος καί ὁ Πολυέλεος, Σοῦ δεόμεθα καί Σέ παρακαλοῦμεν ἡμεῖς οἱ ἁμαρτωλοί καί ἀνάξιοι δοῦλοι Σου˙ εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεως ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ καί κατάπαυσον τόν ἐκραγέντα πόλεμον εἰς πεδιάδας, χωρία, κωμοπόλεις καί πόλεις τῆς Οὐκρανίας χώρας. 

        Ἐπίβλεψον ἐξ οὐρανοῦ, Κύριε, καί ἴδε τόν πόνον καί τήν ὀδύνην τῶν πλασμάτων Σου, τά δάκρυα ἐν τοῖς ὀφθαλμοῖς αὐτῶν, τόν ψυχικόν τάραχον, ὡς καί τοῦτον τόν θάνατον ἐν αὐτοῖς. Σύ οἶδας ὅτι αἱ ἀνομίαι καί αἱ ἁμαρτίαι ὑπερῆραν τάς κεφαλάς ἡμῶν˙ διό γενοῦ ἵλεως καί ἐλπίς καί κραταίωμα.Φώτισον δέ τόν νοῦν καί συνέτισον τούς ἰθύνοντας, τοῦ εἰδέναι ἑαυτούς καί ποιεῖν τό ἅγιον θέλημά Σου, ὅτι «μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοί υἱοί Θεοῦ κληθήσονται».  

  Ἀγγέλους ἐξ ἁγίου κατοικητηρίου Σου κατάπεμψον φύλακας ἐπί πάντας τούς εἰς τήν ξένην γῆν διαφυγόντας ἐκ τῆς πολεμικῆς συρράξεως καί χάρισαι αὐτοῖς ὑπομονήν καί παραμυθίαν.               

 Ναί, εὐδιάλλακτε καί φιλάνθρωπε Κύριε, δώρησαι τά σά ἀγαθά, εἰρήνην καί ὁμόνοιαν, δικαιοσύνην καί ἤρεμον καί ἡσύχιον βίον πᾶσι τοῖς δεινῶς δοκιμαζομένοις ὑπὸ τοῦ πολέμου ἀδελφοῖς ἡμῶν. Ὅτι Σύ εἶ ὁ Θεός ἡμῶν, τοῦ ἐλεεῖν καί σώζειν καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. 

  ΑΜΗΝ.

Δεν υπάρχουν σχόλια: