Αἱ ὀρθόδοξοι Ἐκκλησίαι χρείαν ἔχομεν ἑνότητος καὶ ἀγάπης
Μητροπολίτης Σερβίων καί Κοζάνης Διονύσιος Ψαριανός
Ἡ καθολικότης τῆς Ἐκκλησίας ἐκφράζουσα τὴν ὀντολογικὴν ἔννοιαν τῆς εἰς πάντα τὰ μέρη παρουσίας τοῦ ὅλου Χριστοῦ, αὕτη συγχρόνως συνιστᾶ καὶ τὴν οἰκουμενικότητα αὐτῆς. Ὁ δὲ Οἰκουμενικὸς Πατριάρχης, ἐν τῷ κανονικῳ ἐπισκοπικῷ καὶ συνοδικῷ συστήματι τῆς Ὀρθοδοξίας, ἔξω πάσης μονοκρατορικῆς ἔννοιας καὶ ὑπεροχῆς, ἀλλὰ μόνον πρῶτος ἐν ἴσοις ἐν τῇ συνόδῳ τῶν ἐπισκόπων, εἰς ἥν καὶ ὑπόκειται, ἐκφράζει τὴν ἐν Ἁγίῳ Πνεύματι ἑνότητα τοῦ σώματος τοῦ Χριστοῦ, ὅ ἐστὶν ἡ Ἐκκλησία. Εἰς τοῦτον ὁ θεολεκτος χορὸς τῶν λοιπῶν ὀρθοδόξων Πατριαρχῶν καὶ Ἐπισκόπων ἀπονέμομεν τὴν ὀφειλομένην τιμήν, ὡς εἰς ἀδελφὸν πρεσβύτερον, ἰσότιμον ἡμῖν λαχόντα τὴν χάριν τῆς ἱερωσύνης. Οὐχὶ διὰ φόβον, ἀλλὰ δι’ ἀγάπην καὶ οὐχὶ ἀναγκαστικῶς ἀλλ’ ἐλευθέρως.
Ἡ Ὀρθοδοξία καλεῖται ἵνα δώσει τὴν
μαρτυρίαν Ἰησοῦ Χριστοῦ. Ὁ Πατριάρχης τὸν θρόνον, ὄντως δὲ καὶ Πατριάρχης τὸν
τρόπον, ὁ ὡς ὁ προφήτης Μωυσῆς τὸ εἶδος αὐτοῦ καὶ ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη, ὡς ἐκεῖνος,
γεγονώς, ἡγεῖται τῆς ἐξόδου τῆς Ὀρθοδοξίας, φερομένης ἐπὶ τὸν διάλογον μετὰ τῶν
ἀνὰ τὸν κόσμον ἑτεροδόξων Ἐκκλησιῶν καὶ χριστιανικῶν ὁμολογιῶν. Ἡ Ὀρθοδοξία ἐξῆλθε
νικώσα καὶ ἵνα νικήση, ἐν δὲ τῇ θεοφιλεῖ ταύτῃ μάχῃ «ὑπὲρ τῆς τῶν πάντων ἑνώσεως»,
εὔκαιρος ἐστιν ἡ συνεκστρατεία πασῶν τῶν ἐπὶ μέρους ὀρθοδόξων Ἐκκλησιῶν ἐν
πνεύματι ἑνότητος καὶ ἐν τάξει πειθαρχίας. Βλέπομεν ὡς ἐν εἰκόνι, διεξαγόμενης ἤδη
τῆς εἰρηνικῆς μάχης, τὸν γηραιὸν Πατριάρχην ἐπαίροντα τὰς χεῖρας εἰς δέησιν, τοὺς
προκαθημένους τῶν ὀρθοδόξων Ἐκκλησιῶν στηρίζοντας τὰς βαρείας χεῖρας, ὡς ὁ Ἀαρὼν
καὶ ὁ Ὢρ τὰς χεῖρας ἐκείνας τοῦ Μωυσέως «ἐντεῦθεν εἷς καὶ ἐντεῦθεν εἷς»,
βλέπομεν δὲ οὕτω καὶ τὴν Ὀρθοδοξίαν νικώσαν, ἐν τῇ ἰσχύι τῆς ἀληθείας καὶ τῇ
δυνάμει τοῦ Θεοῦ. Ὁ λόγος δηλοῖ ὅτι, εἶπερ ποτε καὶ ἄλλοτε, σήμερον αἱ ὀρθόδοξοι
Ἐκκλησίαι χρείαν ἔχομεν ἑνότητος καὶ ἀγάπης πρὸς συντετονισμένην ἐνέργειαν καὶ
δράσιν, ἐπ’ ἀγαθῷ τοῦ ὑπὲρ πᾶν ἄλλο ἐν τῷ κόσμῳ ἀγαθοῦ ἔργου, δηλονότι τῆς ἐν ἀγάπη
ἑνότητος καὶ τῆς ἐν ὀρθοδοξίᾳ ἑνώσεως τῶν χριστιανῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου