Εὐεργέτα καὶ Βασιλεῦ τῶν αἰώνων
καὶ τῆς κτίσεως ἁπάσης Δημιουργέ, πρόσδεξαι προσιοῦσάν Σοι διὰ τοῦ Χριστοῦ Σου
τὴν Ἐκκλησίαν Σου, ἑκάστῳ τὸ συμφέρον ἐκπλήρωσον, ἄγαγε πάντας εἰς τελειότητα
καὶ ἀξίους ἡμᾶς ἀπέργασαι τῆς χάριτος τοῦ ἁγιασμοῦ Σου, ἐπισυνάγων ἡμᾶς ἐν τῇ ἁγίᾳ
Σου καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ, ἣν περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ
μονογενοῦς Σου Υἱοῦ, Κυρίου δὲ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾿ Οὗ εὐλογητὸς
εἶ καὶ δεδοξασμένος, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ
ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Από την Θεία Λειτουργία του Αγίου
Ιακώβου του Αδελφοθέου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου