Ἡ πρῴην ἄσωτος Γυνή, ἐξαίφνης σώφρων ὤφθη,
μισήσασα τὰ ἔργα, τῆς αἰσχρᾶς ἁμαρτίας,
καὶ ἡδονὰς τοῦ σώματος,
διενθυμουμένη τὴν αἰσχύνην τὴν πολλήν,
διενθυμουμένη τὴν αἰσχύνην τὴν πολλήν,
καὶ κρίσιν τῆς κολάσεως, ἣν ὑποστῶσι πόρνοι καὶ ἄσωτοι,
ὧν περ πρῶτος πέλω, καὶ πτοοῦμαι,
ἀλλ' ἐμμένω τῇ φαύλῃ συνηθείᾳ ὁ ἄφρων, ἡ Πόρνη δὲ γυνή,
καὶ πτοηθεῖσα, καὶ σπουδάσασα ταχύ,
ἦλθε βοῶσα πρὸς τὸν Λυτρωτήν·
Φιλάνθρωπε καὶ οἰκτίρμον,
ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου