Τετάρτη 24 Δεκεμβρίου 2014

Βηθλεὲμ ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη·


Βηθλεὲμ ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· 
τὸ Σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν· 
ἡ σκιὰ παρέδραμε· καὶ Θεὸς ἀνθρώποις, 
ἐκ Παρθένου πεφανέρωται, μορφωθείς τὸ καθ' ἡμᾶς, 
καὶ θεώσας τὸ πρόσλημμα. 
Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· 
Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.

Δεν υπάρχουν σχόλια: