Σήμερον ὁ Χριστός,
ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι.
Σήμερον Ἰωάννης ἅπτεται,
κορυφῆς τοῦ
Δεσπότου.
Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν,
τὸ παράδοξον ὁρῶσαι μυστήριον.
Ἡ
θάλασσα εἶδε καὶ ἔφυγεν,
ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο.
Ἡμεῖς δὲ οἱ φωτισθέντες
βοῶμεν·
Δόξα τῷ φανέντι Θεῷ,
καὶ ἐπὶ γῆς ὀφθέντι,
καὶ φωτίσαντι τὸν κόσμον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου