Φαρισαῖος κενοδοξίᾳ νικώμενος,
καὶ
Τελώνης τῇ μετανοίᾳ κλινόμενος,
προσῆλθόν σοι τῷ μόνῳ Δεσπότῃ,
ἀλλ' ὁ μὲν
καυχησάμενος, ἐστερήθη τῶν ἀγαθῶν,
ὁ δὲ μὴ φθεγξάμενος, ἠξιώθη τῶν δωρεῶν.
Ἐν
τούτοις τοῖς στεναγμοῖς,
στήριξόν με Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου