Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος,
ὁ ποιήσας καὶ πλάσας
τὸν ἄνθρωπον·
οἱ βροτοὶ οὖν ἐκ γῆς
διεπλάσθημεν,
καὶ εἰς γῆν τὴν αὐτὴν
πορευσόμεθα,
καθὼς ἐκέλευσας ὁ πλάσας
με, καὶ εἰπών μοι·
Ὅτι γῆ εἶ, καὶ εἰς γῆν
ἀπελεύσῃ,
ὅπου πάντες βροτοὶ
πορευσόμεθα,
ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδὴν τό,
Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου