Ἐν εἰρήνῃ τοῦ
Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.
Σῶσον ἐλέησον, οἰκτείρησον
καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Κύριε ἐλέησον.
Κύριε ἐλέησον.
῾Υπὲρ τῆς ἄνωθεν εἰρήνης
καὶ Θεοῦ φιλανθρωπίας καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.
Κύριε ἐλέησον.
῾Υπὲρ τῆς εἰρήνης
τοῦ σύμπαντος κόσμου καὶ ἑνώσεως πασῶν τῶν ἁγίων τοῦ Θεοῦ ᾿Εκκλησιῶν, τοῦ
Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.
Κύριε ἐλέησον.
῾Υπὲρ τῆς ἁγίας,
καθολικῆς καὶ ἀποστολικῆς ᾿Εκκλησίας, τῆς ἀπὸ γῆς περάτων μέχρι τῶν περάτων αὐτῆς
τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.
Κύριε ἐλέησον.
ΑΠΟ ΤΗΝ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΑΓΙΟΥ
ΙΑΚΩΒΟΥ ΤΟΥ ΑΔΕΦΟΘΕΟΥ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου