Ἀπολυτίκιον Ἁγίας Σκέπης. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς Σκέπης σου Παρθένε ἀνυμνοῦμεν τὰς χάριτας, ἣν ὡς φωτοφόρον νεφέλην ἐφαπλοῖς
ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς· σὲ
γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· δόξα τοῖς
μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου προμηθείᾳ Ἄχραντε.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὥσπερ νεφέλη ἀγλαὼς ἐπισκιάζουσα
Τῆς Ἐκκλησίας τὰ πληρώματα Πανάχραντε,
Ἐν τῇ πόλει πάλαι ὤφθης τῇ βασιλίδι.
Ἀλλ’ ὡς σκέπη τοῦ λαοῦ σου καὶ ὑπέρμαχος
Περισκέπασον ἡμᾶς ἐκ πάσης θλίψεως
Μεγαλυνάριον.
Σκέπης σου τρυγῶντες τὰς δωρεάς, καὶ τὰς καθ’ ἑκάστην, Θεονύμφευτε παροχάς, ὑμνοῦμεν
Παρθένε, τὴν σὴν μεγαλωσύνην, τὴν πρὸς ἡμᾶς σου πρόνοιαν, μεγαλύνοντες.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου