Κυριακή 10 Δεκεμβρίου 2023

Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί,

Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, 
τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, 
φωναῖς μεγαλύνωμεν, καὶ ὑμνοῦντες βοήσωμεν· 
Ἡ τῆς χαρᾶς αἰτία, Παρθένε πανύμνητε, 
τοὺς τιμῶντάς σε σῷζε, καὶ σκέπε πρεσβείαις σου· 
ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παρρησίαν, 
λυτροῦσθαι ἐκ θλίψεων, καὶ πληροῦν τὰ αἰτήματα, 
τῶν πιστῶς ἐκβοώντων σοι· 
Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν, 
τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄχραντον τόκον σου.

Δεν υπάρχουν σχόλια: