Πάντας
τοὺς ἐνθένδε μετατεθέντας,
ἐπὶ αἰωνίου ζωῆς ἐλπίδι,
καὶ βίον ἀλλάξαντας παντοίῳ
Σῶτερ τρόπῳ,
πᾶσαν κατάστασιν καὶ γένος,
καὶ πᾶσαν ἡλικίαν,
ἄνδρας ὁμοῦ τε καὶ
γυναῖκας,
καὶ ἀρτίτοκα βρέφη,
ὡς φιλάνθρωπος, ἐν κόλποις τάξον,
τοῦ Ἀβραάμ τε
καὶ ἐν τόποις ἀνέσεως,
διὰ τὸ μέγα σου ἔλεος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου