Δεῦτε
καὶ ἡμεῖς σήμερον, πᾶς ὁ νέος Ἰσραήλ,
ἡ ἐξ ἐθνῶν Ἐκκλησία,
μετὰ τοῦ Προφήτου
Ζαχαρίου ἐκβοήσωμεν·
Χαῖρε σφόδρα θύγατερ Σιών, κήρυσσε θύγατερ Ἱερουσαλήμ,
ὅτι
ἰδοὺ ὁ Βασιλεύς σου, ἔρχεταί σοι πραῢς καὶ σῴζων,
καὶ ἐπιβεβηκὼς ἐπὶ πῶλον ὄνου,
υἱὸν ὑποζυγίου,
ἑόρταζε τὰ τῶν Παίδων,
κλάδους χερσὶ κατέχουσα εὐφήμησον·
Ὡσαννὰ
ἐν τοῖς ὑψίστοις,
εὐλογημένος ὁ ἐρχόμενος, Βασιλεὺς τοῦ Ἰσραήλ.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου