Ἑωρακώς σε ὁ τῶν Ἀποστόλων χορὸς
τοῦ Θαβωρείου ὄρους καταβαίνοντα
Σίμων Πέτρε
ἐπυνθάνετο παρὰ σοῦ
τί τὸ ἐπὶ τοῦ ὄρους γεγονός.
Σοῦ δὲ σιγῶντος
-οὐ μόνον κατὰ τὴν Κυριακὴν ἐπιταγήν,
ἀλλὰ μᾶλλον ἕνεκεν τοῦ ὁράματος-
ἐζήτουν παρὰ τοῦ προσώπου τοῦ σοῦ
κατανοῆσαι τὰ γενόμενα ἠλλοίωται γὰρ
καὶ φόβος καὶ ἔκστασις ἐπ’ αὐτοῦ
ἦσαν ἀποτυπούμενα
καὶ τὸ ὑπὲρ τὸν ἥλιον λάμψαν
πρόσωπον Κυρίου ἐν σμικρῷ ἀπεικάζον.
Διὸ καὶ οὐχὶ περί σκηνῶν πλέον ὁμιλεῖς,
ἀλλὰ πρὸς τὸ πάθος πορεύει σὺν Αὐτῷ.
Αὐτοῦ τὴν Θείαν Μεταμόρφωσιν
καὶ ὑπὲρ ἡμῶν πρεσβεύων ἐκζήτησον
εἰς αἰῶνα ἀτελεύτητον.
Ἀλεξανδρεύς
τοῦ Θαβωρείου ὄρους καταβαίνοντα
ἐπυνθάνετο παρὰ σοῦ
τί τὸ ἐπὶ τοῦ ὄρους γεγονός.
Σοῦ δὲ σιγῶντος
-οὐ μόνον κατὰ τὴν Κυριακὴν ἐπιταγήν,
ἀλλὰ μᾶλλον ἕνεκεν τοῦ ὁράματος-
ἐζήτουν παρὰ τοῦ προσώπου τοῦ σοῦ
κατανοῆσαι τὰ γενόμενα ἠλλοίωται γὰρ
καὶ φόβος καὶ ἔκστασις ἐπ’ αὐτοῦ
ἦσαν ἀποτυπούμενα
καὶ τὸ ὑπὲρ τὸν ἥλιον λάμψαν
πρόσωπον Κυρίου ἐν σμικρῷ ἀπεικάζον.
Διὸ καὶ οὐχὶ περί σκηνῶν πλέον ὁμιλεῖς,
ἀλλὰ πρὸς τὸ πάθος πορεύει σὺν Αὐτῷ.
Αὐτοῦ τὴν Θείαν Μεταμόρφωσιν
καὶ ὑπὲρ ἡμῶν πρεσβεύων ἐκζήτησον
εἰς αἰῶνα ἀτελεύτητον.

2 σχόλια:
Στον πολυτάλαντο ποιητή μας αντευχόμαστε:
Αὐτοῦ τὴν Θείαν Μεταμόρφωσιν
καὶ ὑπὲρ ἐσοῦ πρεσβεύων ζητῆσαι (Πέτρος)
εἰς αἰῶνα ἀτελεύτητον.
Να είστε πάντα καλά!
Υπέροχο!!! Άλλος επίπεδο ο ποιητής Αλεξανδρέας!!!
Δημοσίευση σχολίου