Χριστὸς ἀνέστη
λύσας τῶν δεσμῶν, Ἀδὰμ τὸν πρωτόπλαστον,
καὶ τοῦ ᾍδου καταλύσας τὴν ἰσχύν, θαρσεῖτε πάντες
οἱ νεκροί,
ἐνεκρώθη ὁ θάνατος, ἐσκυλεύθη καὶ ὁ ᾍδης σὺν αὐτῷ,
καὶ ὁ Χριστὸς ἐβασίλευσεν, ὁ σταυρωθεὶς καὶ ἀναστάς,
αὐτὸς ἡμῖν ἐχαρίσατο, τὴν ἀφθαρσίαν τῆς σαρκός,
αὐτὸς ἀνιστᾷ ἡμᾶς, καὶ δωρεῖται τήν ἀνάστασιν ἡμῖν,
καὶ τῆς δόξης ἐκείνης, μετ' εὐφροσύνης πάντας ἀξιοῖ,
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων
σου,
ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός,
ἀλλὰ ζωὴ ἀτελεύτητος.
Τὰς τῶν προαναπαυσαμένων ψυχὰς κατάταξον,
Δέσποτα Χριστέ, ἐν ταῖς τῶν Δικαίων σου σκηναῖς, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος ἀθάνατος,
Ἀμήν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου