Ὢ τοῦ παραδόξου θαύματος! ὥσπερ ζῶσα ἡ Μάρτυς, καὶ θανοῦσα ἐν λάρνακι, ταῖς τιμίαις αὐτῆς χερσί, τὸν ἡμέτερον Τόμον ἐπέφερε, τὸν δὲ τῶν αἱρετικῶν τοῖς ποσὶ κατεπάτησεν, ἐκφαυλίζουσα τοῦτον τὸ κακόνουν καὶ βλάσφημον, τῶν δὲ πιστῶν κρατύνουσα τὸ ὀρθὸν καὶ ἀκίβδηλον, ἕνα μὲν καθ' ὑπόστασιν τὸν Χριστὸν κηρυττόντων, διπλοῦν δὲ κατὰ φύσιν καὶ θέλησιν, Ἧς ταῖς πρεσβείαις, Χριστὲ ὁ Θεός, εἰρήνην ταῖς ἐκκλησίαις σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου