Ἱεραρχῶν τὸ θεῖον κειμήλιον,
Πάτερ Ὅσιε, Σπυρίδων σοφέ,
ἐν ἀρεταῖς ἀναδέδειξαι·
ὅθεν τῆς Ἐκκλησίας προστάτης γενόμενος,
αἱρεσιάρχας ἐξώθησας,
καὶ τοῦ Ἀρείου τὸ βλάσφημον,
συνοδικῶς εἰς γῆν κατηδάφισας·
διὸ θαυματουργῶν ἐν ἔργῳ καὶ λόγῳ
τὸν Σωτῆρα ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου